A A A A A

Καλός Χαρακτήρας: [Αποδοχή]


1 Κορινθίους 5:11-13
[11] νυνι δε εγραψα υμιν μη συναναμιγνυσθαι εαν τις αδελφος ονομαζομενος η πορνος η πλεονεκτης η ειδωλολατρης η λοιδορος η μεθυσος η αρπαξ τω τοιουτω μηδε συνεσθιειν[12] τι γαρ μοι και τους εξω κρινειν ουχι τους εσω υμεις κρινετε[13] τους δε εξω ο θεος κρινει και εξαρειτε τον πονηρον εξ υμων αυτων

1 Ιωάννου 1:9
εαν ομολογωμεν τας αμαρτιας ημων πιστος εστιν και δικαιος ινα αφη ημιν τας αμαρτιας και καθαριση ημας απο πασης αδικιας

1 Πέτρου 3:8-9
[8] το δε τελος παντες ομοφρονες συμπαθεις φιλαδελφοι ευσπλαγχνοι φιλοφρονες[9] μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας τουναντιον δε ευλογουντες ειδοτες οτι εις τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε

Ιωάννης 3:16
ουτως γαρ ηγαπησεν ο θεος τον κοσμον ωστε τον υιον αυτου τον μονογενη εδωκεν ινα πας ο πιστευων εις αυτον μη αποληται αλλ εχη ζωην αιωνιον

Ρωμαίους 2:11
ου γαρ εστιν προσωποληψια παρα τω θεω

Ρωμαίους 5:8
συνιστησιν δε την εαυτου αγαπην εις ημας ο θεος οτι ετι αμαρτωλων οντων ημων χριστος υπερ ημων απεθανεν

Ρωμαίους 8:31
τι ουν ερουμεν προς ταυτα ει ο θεος υπερ ημων τις καθ ημων

Ρωμαίους 14:1-2
[1] τον δε ασθενουντα τη πιστει προσλαμβανεσθε μη εις διακρισεις διαλογισμων[2] ος μεν πιστευει φαγειν παντα ο δε ασθενων λαχανα εσθιει

Εβραίους 10:24-25
[24] και κατανοωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων[25] μη εγκαταλειποντες την επισυναγωγην εαυτων καθως εθος τισιν αλλα παρακαλουντες και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν

Ιωάννης 6:35-37
[35] ειπεν δε αυτοις ο ιησους εγω ειμι ο αρτος της ζωης ο ερχομενος προς με ου μη πειναση και ο πιστευων εις εμε ου μη διψηση πωποτε[36] αλλ ειπον υμιν οτι και εωρακατε με και ου πιστευετε[37] παν ο διδωσιν μοι ο πατηρ προς εμε ηξει και τον ερχομενον προς με ου μη εκβαλω εξω

Κολοσσαείς 3:12-14
[12] ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμων χρηστοτητα ταπεινοφροσυνην πραοτητα μακροθυμιαν[13] ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο χριστος εχαρισατο υμιν ουτως και υμεις[14] επι πασιν δε τουτοις την αγαπην ητις εστιν συνδεσμος της τελειοτητος

Ματθαίος 5:38-42
[38] ηκουσατε οτι ερρεθη οφθαλμον αντι οφθαλμου και οδοντα αντι οδοντος[39] εγω δε λεγω υμιν μη αντιστηναι τω πονηρω αλλ οστις σε ραπισει επι την δεξιαν σου σιαγονα στρεψον αυτω και την αλλην[40] και τω θελοντι σοι κριθηναι και τον χιτωνα σου λαβειν αφες αυτω και το ιματιον[41] και οστις σε αγγαρευσει μιλιον εν υπαγε μετ αυτου δυο[42] τω αιτουντι σε διδου και τον θελοντα απο σου δανεισασθαι μη αποστραφης

Ματθαίος 25:34-40
[34] τοτε ερει ο βασιλευς τοις εκ δεξιων αυτου δευτε οι ευλογημενοι του πατρος μου κληρονομησατε την ητοιμασμενην υμιν βασιλειαν απο καταβολης κοσμου[35] επεινασα γαρ και εδωκατε μοι φαγειν εδιψησα και εποτισατε με ξενος ημην και συνηγαγετε με[36] γυμνος και περιεβαλετε με ησθενησα και επεσκεψασθε με εν φυλακη ημην και ηλθετε προς με[37] τοτε αποκριθησονται αυτω οι δικαιοι λεγοντες κυριε ποτε σε ειδομεν πεινωντα και εθρεψαμεν η διψωντα και εποτισαμεν[38] ποτε δε σε ειδομεν ξενον και συνηγαγομεν η γυμνον και περιεβαλομεν[39] ποτε δε σε ειδομεν ασθενη η εν φυλακη και ηλθομεν προς σε[40] και αποκριθεις ο βασιλευς ερει αυτοις αμην λεγω υμιν εφ οσον εποιησατε ενι τουτων των αδελφων μου των ελαχιστων εμοι εποιησατε

Ρωμαίους 15:1-7
[1] οφειλομεν δε ημεις οι δυνατοι τα ασθενηματα των αδυνατων βασταζειν και μη εαυτοις αρεσκειν[2] εκαστος γαρ ημων τω πλησιον αρεσκετω εις το αγαθον προς οικοδομην[3] και γαρ ο χριστος ουχ εαυτω ηρεσεν αλλα καθως γεγραπται οι ονειδισμοι των ονειδιζοντων σε επεπεσον επ εμε[4] οσα γαρ προεγραφη εις την ημετεραν διδασκαλιαν προεγραφη ινα δια της υπομονης και της παρακλησεως των γραφων την ελπιδα εχωμεν[5] ο δε θεος της υπομονης και της παρακλησεως δωη υμιν το αυτο φρονειν εν αλληλοις κατα χριστον ιησουν[6] ινα ομοθυμαδον εν ενι στοματι δοξαζητε τον θεον και πατερα του κυριου ημων ιησου χριστου[7] διο προσλαμβανεσθε αλληλους καθως και ο χριστος προσελαβετο ημας εις δοξαν θεου

Ρωμαίους 14:10-19
[10] συ δε τι κρινεις τον αδελφον σου η και συ τι εξουθενεις τον αδελφον σου παντες γαρ παραστησομεθα τω βηματι του χριστου[11] γεγραπται γαρ ζω εγω λεγει κυριος οτι εμοι καμψει παν γονυ και πασα γλωσσα εξομολογησεται τω θεω[12] αρα ουν εκαστος ημων περι εαυτου λογον δωσει τω θεω[13] μηκετι ουν αλληλους κρινωμεν αλλα τουτο κρινατε μαλλον το μη τιθεναι προσκομμα τω αδελφω η σκανδαλον[14] οιδα και πεπεισμαι εν κυριω ιησου οτι ουδεν κοινον δι εαυτου ει μη τω λογιζομενω τι κοινον ειναι εκεινω κοινον[15] ει δε δια βρωμα ο αδελφος σου λυπειται ουκετι κατα αγαπην περιπατεις μη τω βρωματι σου εκεινον απολλυε υπερ ου χριστος απεθανεν[16] μη βλασφημεισθω ουν υμων το αγαθον[17] ου γαρ εστιν η βασιλεια του θεου βρωσις και ποσις αλλα δικαιοσυνη και ειρηνη και χαρα εν πνευματι αγιω[18] ο γαρ εν τουτοις δουλευων τω χριστω ευαρεστος τω θεω και δοκιμος τοις ανθρωποις[19] αρα ουν τα της ειρηνης διωκωμεν και τα της οικοδομης της εις αλληλους

Greek Bible Elzevir 1624
Public Domain: Elzevir 1624