A A A A A

Αμαρτίες: [Εθισμός]


1 Κορινθίους 10:13-14
[13] πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι [υμας] υπενεγκειν[14] διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατριας

1 Ιωάννου 2:16
οτι παν το εν τω κοσμω η επιθυμια της σαρκος και η επιθυμια των οφθαλμων και η αλαζονεια του βιου ουκ εστιν εκ του πατρος αλλ εκ του κοσμου εστιν

1 Κορινθίους 15:33
μη πλανασθε φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι

Ιακώβου 4:7
υποταγητε ουν τω θεω αντιστητε τω διαβολω και φευξεται αφ υμων

1 Κορινθίους 6:12
παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ουκ εγω εξουσιασθησομαι υπο τινος

1 Πέτρου 5:10
ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω ιησου ολιγον παθοντας αυτος καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει

Ρωμαίους 5:3-5
[3] ου μονον δε αλλα και καυχωμεθα εν ταις θλιψεσιν ειδοτες οτι η θλιψις υπομονην κατεργαζεται[4] η δε υπομονη δοκιμην η δε δοκιμη ελπιδα[5] η δε ελπις ου καταισχυνει οτι η αγαπη του θεου εκκεχυται εν ταις καρδιαις ημων δια πνευματος αγιου του δοθεντος ημιν

1 Κορινθίους 6:9-11
[9] η ουκ οιδατε οτι αδικοι βασιλειαν θεου ου κληρονομησουσιν μη πλανασθε ουτε πορνοι ουτε ειδωλολατραι ουτε μοιχοι ουτε μαλακοι ουτε αρσενοκοιται[10] ουτε πλεονεκται ουτε κλεπται ουτε μεθυσοι ου λοιδοροι ουχ αρπαγες βασιλειαν θεου ου κληρονομησουσιν[11] και ταυτα τινες ητε αλλα απελουσασθε αλλα ηγιασθητε αλλα εδικαιωθητε εν τω ονοματι του κυριου ιησου και εν τω πνευματι του θεου ημων

Τίτου 2:12
παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι

Ιακώβου 1:2-3
[2] πασαν χαραν ηγησασθε αδελφοι μου οταν πειρασμοις περιπεσητε ποικιλοις[3] γινωσκοντες οτι το δοκιμιον υμων της πιστεως κατεργαζεται υπομονην

Εβραίους 4:15-16
[15] ου γαρ εχομεν αρχιερεα μη δυναμενον συμπαθησαι ταις ασθενειαις ημων πεπειραμενον δε κατα παντα καθ ομοιοτητα χωρις αμαρτιας[16] προσερχωμεθα ουν μετα παρρησιας τω θρονω της χαριτος ινα λαβωμεν ελεον και χαριν ευρωμεν εις ευκαιρον βοηθειαν

Ιωάννης 3:16-17
[16] ουτως γαρ ηγαπησεν ο θεος τον κοσμον ωστε τον υιον αυτου τον μονογενη εδωκεν ινα πας ο πιστευων εις αυτον μη αποληται αλλ εχη ζωην αιωνιον[17] ου γαρ απεστειλεν ο θεος τον υιον αυτου εις τον κοσμον ινα κρινη τον κοσμον αλλ ινα σωθη ο κοσμος δι αυτου

Φιλιππησίους 4:13
παντα ισχυω εν τω ενδυναμουντι με χριστω

Ματθαίος 6:13
και μη εισενεγκης ημας εις πειρασμον αλλα ρυσαι ημας απο του πονηρου οτι σου εστιν η βασιλεια και η δυναμις και η δοξα εις τους αιωνας αμην

Ματθαίος 26:41
γρηγορειτε και προσευχεσθε ινα μη εισελθητε εις πειρασμον το μεν πνευμα προθυμον η δε σαρξ ασθενης

Greek Bible Stephanus 1550
Public Domain Stephanus 1550