A A A A A

Μαθηματικά σημάδια: [Αριθμός 5]


Αποκαλύψεις 13:5-18
[5] και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιαν και εδοθη αυτω εξουσια πολεμον ποιησαι μηνας τεσσαρακοντα δυο[6] και ηνοιξεν το στομα αυτου εις βλασφημιαν προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου τους εν τω ουρανω σκηνουντας[7] και εδοθη αυτω πολεμον ποιησαι μετα των αγιων και νικησαι αυτους και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος[8] και προσκυνησουσιν αυτον παντες οι κατοικουντες επι της γης ων ου γεγραπται το ονομα εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου[9] ει τις εχει ους ακουσατω[10] ει τις εις αιχμαλωσιαν [απαγει] εις αιχμαλωσιαν υπαγει ει τις εν μαχαιρα [αποκτεννει] δει αυτον εν μαχαιρα αποκτανθηναι ωδε εστιν η υπομονη και η πιστις των αγιων[11] και ειδον αλλο θηριον αναβαινον εκ της γης και ειχεν κερατα [δυο] ομοια αρνιω και ελαλει ως δρακων[12] και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησωσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου[13] και ποιει σημεια μεγαλα και πυρ ινα εκ του ουρανου καταβαινη εις την γην ενωπιον των ανθρωπων[14] και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ος ειχεν την πληγην της μαχαιρας και εζησεν[15] και εδοθη αυτω πνευμα δουναι τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου [ινα] αποκτανθωσιν[16] και ποιει παντας τους μικρους και τους μεγαλους και τους πλουσιους και τους πτωχους και τους ελευθερους και τους δουλους ινα δωσουσιν αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι των μετωπων αυτων[17] και ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου[18] ωδε η σοφια εστιν ο εχων νουν ψηφισατω τον αριθμον του θηριου αριθμος γαρ ανθρωπου εστιν και ο αριθμος αυτου χξς

Ματθαίος 19:9
λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται και ο απολελυμενην γαμησας μοιχαται

Αποκαλύψεις 11:2-3
[2] και την αυλην την εξωθεν του ναου εκβαλε εξω και μη αυτην μετρησης οτι εδοθη τοις εθνεσιν και την πολιν την αγιαν πατησουσιν μηνας τεσσαρακοντα δυο[3] και δωσω τοις δυσιν μαρτυσιν μου και προφητευσουσιν ημερας χιλιας διακοσιας εξηκοντα περιβεβλημενοι σακκους

Ματθαίος 5:32
εγω δε λεγω υμιν οτι ος αν απολυση την γυναικα αυτου παρεκτος λογου πορνειας ποιει αυτην μοιχασθαι και ος εαν απολελυμενην γαμηση μοιχαται

2 Τιμόθεο 3:16
πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγχον προς επανορθωσιν προς παιδειαν την εν δικαιοσυνη

Αποκαλύψεις 4:6-8
[6] και ενωπιον του θρονου ως θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν[7] και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχον το προσωπον ως ανθρωπου και το τεταρτον ζωον ομοιον αετω πετομενω[8] και τα τεσσαρα ζωα εν καθ εν αυτων εχον ανα πτερυγας εξ κυκλοθεν και εσωθεν γεμουσιν οφθαλμων και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντες αγιος αγιος αγιος κυριος ο θεος ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενος

1 Κορινθίους 10:13
πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι [υμας] υπενεγκειν

Greek Bible Stephanus 1550
Public Domain Stephanus 1550