A A A A A

Θεός: [Εντολές]


Μάρκος 10:19
τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης μη αποστερησης τιμα τον πατερα σου και την μητερα

Λουκά 18:20
τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα σου

Ματθαίος 22:34-40
[34] οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο[35] και επηρωτησεν εις εξ αυτων νομικος πειραζων αυτον και λεγων[36] διδασκαλε ποια εντολη μεγαλη εν τω νομω[37] ο δε ιησους εφη αυτω αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου[38] αυτη εστιν πρωτη και μεγαλη εντολη[39] δευτερα δε ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον[40] εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος και οι προφηται κρεμανται

Ρωμαίους 13:9
το γαρ ου μοιχευσεις ου φονευσεις ου κλεψεις ουκ επιθυμησεις και ει τις ετερα εντολη εν τουτω τω λογω ανακεφαλαιουται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον

Ματθαίος 19:16-19
[16] και ιδου εις προσελθων ειπεν αυτω διδασκαλε αγαθε τι αγαθον ποιησω ινα εχω ζωην αιωνιον[17] ο δε ειπεν αυτω τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις ο θεος ει δε θελεις εισελθειν εις την ζωην τηρησον τας εντολας[18] λεγει αυτω ποιας ο δε ιησους ειπεν το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις[19] τιμα τον πατερα και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον

Ματθαίος 22:36-40
[36] διδασκαλε ποια εντολη μεγαλη εν τω νομω[37] ο δε ιησους εφη αυτω αγαπησεις κυριον τον θεον σου εν ολη τη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου[38] αυτη εστιν πρωτη και μεγαλη εντολη[39] δευτερα δε ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον[40] εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος και οι προφηται κρεμανται

Ματθαίος 10:17-22
[17] προσεχετε δε απο των ανθρωπων παραδωσουσιν γαρ υμας εις συνεδρια και εν ταις συναγωγαις αυτων μαστιγωσουσιν υμας[18] και επι ηγεμονας δε και βασιλεις αχθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις και τοις εθνεσιν[19] οταν δε παραδωσουσιν υμας μη μεριμνησητε πως η τι λαλησετε δοθησεται γαρ υμιν εν εκεινη τη ωρα τι λαλησετε[20] ου γαρ υμεις εστε οι λαλουντες αλλα το πνευμα του πατρος υμων το λαλουν εν υμιν[21] παραδωσει δε αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους[22] και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται

Ρωμαίους 13:8-14
[8] μηδενι μηδεν οφειλετε ει μη το αγαπαν αλληλους ο γαρ αγαπων τον ετερον νομον πεπληρωκεν[9] το γαρ ου μοιχευσεις ου φονευσεις ου κλεψεις ουκ επιθυμησεις και ει τις ετερα εντολη εν τουτω τω λογω ανακεφαλαιουται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον[10] η αγαπη τω πλησιον κακον ουκ εργαζεται πληρωμα ουν νομου η αγαπη[11] και τουτο ειδοτες τον καιρον οτι ωρα ημας ηδη εξ υπνου εγερθηναι νυν γαρ εγγυτερον ημων η σωτηρια η οτε επιστευσαμεν[12] η νυξ προεκοψεν η δε ημερα ηγγικεν αποθωμεθα ουν τα εργα του σκοτους και ενδυσωμεθα τα οπλα του φωτος[13] ως εν ημερα ευσχημονως περιπατησωμεν μη κωμοις και μεθαις μη κοιταις και ασελγειαις μη εριδι και ζηλω[14] αλλ ενδυσασθε τον κυριον ιησουν χριστον και της σαρκος προνοιαν μη ποιεισθε εις επιθυμιας

Μάρκος 12:28-34
[28] και προσελθων εις των γραμματεων ακουσας αυτων συζητουντων ιδων οτι καλως αυτοις απεκριθη επηρωτησεν αυτον ποια εστιν πρωτη παντων εντολη[29] ο δε ιησους απεκριθη αυτω οτι πρωτη παντων εντολη ακουε ισραηλ κυριος ο θεος ημων κυριος εις εστιν[30] και αγαπησεις κυριον τον θεον σου εξ ολης της καρδιας σου και εξ ολης της ψυχης σου και εξ ολης της διανοιας σου και εξ ολης της ισχυος σου αυτη πρωτη εντολη[31] και δευτερα ομοια αυτη αγαπησεις τον πλησιον σου ως εαυτον μειζων τουτων αλλη εντολη ουκ εστιν[32] και ειπεν αυτω ο γραμματευς καλως διδασκαλε επ αληθειας ειπας οτι εις εστιν και ουκ εστιν αλλος πλην αυτου[33] και το αγαπαν αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ψυχης και εξ ολης της ισχυος και το αγαπαν τον πλησιον ως εαυτον πλειον εστιν παντων των ολοκαυτωματων και θυσιων[34] και ο ιησους ιδων οτι νουνεχως απεκριθη ειπεν αυτω ου μακραν ει απο της βασιλειας του θεου και ουδεις ουκετι ετολμα αυτον επερωτησαι

Ιωάννης 14:15
εαν αγαπατε με τας εντολας τας εμας τηρησατε

Ματθαίος 19:18
λεγει αυτω ποιας ο δε ιησους ειπεν το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις

Ιωάννης 15:10
εαν τας εντολας μου τηρησητε μενειτε εν τη αγαπη μου καθως εγω τας εντολας του πατρος μου τετηρηκα και μενω αυτου εν τη αγαπη

Ματθαίος 5:17
μη νομισητε οτι ηλθον καταλυσαι τον νομον η τους προφητας ουκ ηλθον καταλυσαι αλλα πληρωσαι

Ιωάννης 15:12-17
[12] αυτη εστιν η εντολη η εμη ινα αγαπατε αλληλους καθως ηγαπησα υμας[13] μειζονα ταυτης αγαπην ουδεις εχει ινα τις την ψυχην αυτου θη υπερ των φιλων αυτου[14] υμεις φιλοι μου εστε εαν ποιητε οσα εγω εντελλομαι υμιν[15] ουκετι υμας λεγω δουλους οτι ο δουλος ουκ οιδεν τι ποιει αυτου ο κυριος υμας δε ειρηκα φιλους οτι παντα α ηκουσα παρα του πατρος μου εγνωρισα υμιν[16] ουχ υμεις με εξελεξασθε αλλ εγω εξελεξαμην υμας και εθηκα υμας ινα υμεις υπαγητε και καρπον φερητε και ο καρπος υμων μενη ινα ο τι αν αιτησητε τον πατερα εν τω ονοματι μου δω υμιν[17] ταυτα εντελλομαι υμιν ινα αγαπατε αλληλους

Greek Bible Stephanus 1550
Public Domain Stephanus 1550