A A A A A

Άγγελοι και Δαίμονες: [Αρχάγγελοι]


Ιούδα 1:9
ο δε μιχαηλ ο αρχαγγελος οτε τω διαβολω διακρινομενος διελεγετο περι του μωσεως σωματος ουκ ετολμησεν κρισιν επενεγκειν βλασφημιας αλλ ειπεν επιτιμησαι σοι κυριος

1 Θεσσαλονικείς 4:16
οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον

Αποκαλύψεις 12:7-9
[7] και εγενετο πολεμος εν τω ουρανω ο μιχαηλ και οι αγγελοι αυτου [του] πολεμησαι μετα του δρακοντος και ο δρακων επολεμησεν και οι αγγελοι αυτου[8] και ουκ ισχυσεν ουδε τοπος ευρεθη αυτω ετι εν τω ουρανω[9] και εβληθη ο δρακων ο οφις ο μεγας ο αρχαιος ο καλουμενος διαβολος και [ο] σατανας ο πλανων την οικουμενην ολην εβληθη εις την γην και οι αγγελοι αυτου μετ αυτου εβληθησαν

Λουκά 1:26
εν δε τω μηνι τω εκτω απεσταλη ο αγγελος γαβριηλ υπο του θεου εις πολιν της γαλιλαιας η ονομα ναζαρετ

Εβραίους 1:14
ουχι παντες εισιν λειτουργικα πνευματα εις διακονιαν αποστελλομενα δια τους μελλοντας κληρονομειν σωτηριαν

Ματθαίος 18:10
ορατε μη καταφρονησητε ενος των μικρων τουτων λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσιν το προσωπον του πατρος μου του εν ουρανοις

Αποκαλύψεις 1:4
ιωαννης ταις επτα εκκλησιαις ταις εν τη ασια χαρις υμιν και ειρηνη απο [θεου] ο ων και ο ην και ο ερχομενος και απο των επτα πνευματων α ενωπιον του θρονου αυτου

Ματθαίος 22:30
εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε εκγαμιζονται αλλ ως αγγελοι θεου εν ουρανω εισιν

Λουκά 20:36
ουτε γαρ αποθανειν ετι δυνανται ισαγγελοι γαρ εισιν και υιοι εισιν του θεου της αναστασεως υιοι οντες

Greek Bible Stephanus 1550
Public Domain Stephanus 1550