Ψαλμοί 123

1

[Ὠιδή τῶν Ἀναβαθμῶν.] Ὕψωσα τοὺς ὀφθαλμοὺς μου πρὸς σὲ τὸν κατοικοῦντα ἐν οὐρανοῖς.

2

Ἰδού, καθὼς οἱ ὀφθαλμοὶ τῶν δούλων ἀτενίζουσιν εἰς τὴν χεῖρα τῶν κυρίων αὑτῶν, καθὼς οἱ ὀφθαλμοὶ τῆς δούλης εἰς τὴν χεῖρα τῆς κυρίας αὑτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἑωσοῦ ἐλεήσῃ ἡμᾶς.

3

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς διότι ἐχορτάσθημεν σφόδρα ἀπὸ ἐξουδενώσεως.

4

Καθ᾿ ὑπερβολήν ἐχορτάσθη ἡ ψυχή ἡμῶν ἀπὸ τῆς ὕβρεως τῶν τρυφώντων, ἀπὸ τῆς ἐξουδενώσεως τῶν ὑπερηφάνων.